Μενού
Μενού

Πρωινή προσευχή

Ἀπὸ τοῦ ὕπνου ἐξεγερθείς, καὶ ἐξαναστὰς τῆς κλίνης, στῆθι μετ’ εὐλαβείας καὶ φόβου Θεοῦ, καὶ εἰπέ·

ΠΡΩΙΝΗ ΠΡΟΣΕΥΧΗ

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος. Ἀμήν.
Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ
πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν
ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ
καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς
ἡμῶν.
Άγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.
(τρίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις
ἡμῶν· Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε,
ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός
Σου.
Κύριε, ἐλέησον (τρίς).


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου·
ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν
οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς
ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.

Ἦχος α’.
Έξεγερθέντες τοῦ ὕπνου προσπίπτομέν Σοι, Ἀγαθέ, καὶ τῶν
Ἀγγέλων τὸν ὕμνον βοῶμέν Σοι, δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος
εἰ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἦχος β’.
Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με, Κύριε, τὸν νοῦν μου
φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ
ὑμνεῖν Σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος εἰ ὁ Θεός· διὰ τῆς
Θεοτόκου ἐλέησον ἡμᾶς.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος γ’.
Άθρόον ὁ Κριτὴς ἐπελεύσεται, καὶ ἑκάστου αἱ πράξεις
γυμνωθήσονται· ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς
νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἰ, ὁ Θεός· διὰ τῆς Θεοτόκου
ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον (ιβ’)

Εκ τοῦ ὕπνου ἐξανιστάμενος, εὐχαριστῶ Σοι, Ἁγία Τριάς, ὅτι διὰ τὴν πολλήν Σου ἀγαθότητα καὶ μακροθυμίαν, οὐκ ὠργίσθης ἐμοὶ τῷ ραθύμῳ καὶ ἁμαρτωλῶ, οὐδὲ συναπώλεσάς με ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειράς με, εἰς τὸ ὀρθρίσαι καὶ δοξολογῆσαι τὸ κράτος Σου. Καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας· ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά Σου, καὶ συνιέναι τὰς ἐντολᾶς Σου, καὶ ποιεῖν τὸ θέλημά Σου, καὶ ψάλλειν Σοι ἐν ἐξομολογήσει καρδίας καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα Σοι, Βασιλεῦ, Θεὲ παντοκράτορ, ὅτι τῇ θείᾳ Σου καὶ
φιλανθρώπῳ προνοίᾳ ἠξίωσάς με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον
ἐξ ὕπνου ἀναστῆναι καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ἁγίου Σου οἴκου.
Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν Ἁγίων καὶ
νοερῶν Σου δυνάμεων· καὶ εὐδόκησον ἐν καρδίᾳ καθαρᾷ καὶ
πνεύματι ταπεινώσεως, προσενεχθῆναι Σοι τὴν ἐκ τῶν ρυπαρῶν
χειλέων μου αἴνεσιν, ὅπως κἀγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων
παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω Σε,
τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν
Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ
ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῷ τῷ
Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς
ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου
ἐνώπιόν μου ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα·
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ
κρίνεσθαί Σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου.
Π
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς
σοφίας Σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ
ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ
πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου
τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι
ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ
ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου·
ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν Σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ
ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους

1 ) Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

2 )  Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

3 )  Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

4 )  Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.

5 ) Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.

6 ) Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

7 ) Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

8 ) Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

9 ) Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

10 ) Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

11 ) Προσδοκῶ ἀνάστασιν νεκρῶν.

12 ) Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.
Ἀμήν.

Κύριε, ἀγαθήν μοι τὴν ἡμέραν ταύτην δώρησαι καὶ ἀναμάρτητον. Κύριε, μὴ ἐγκαταλίπῃς με ἐν τῇ βουλῇ τῶν ἐχθρῶν μου,
μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ. Κύριε, ρῦσαί με ἀπὸ τῆς ἐπικρατείας τῶν
παθῶν καὶ τῆς φλογώσεως τῶν ἡδονῶν. Κύριε, δός μοι χεῖρα
βοηθείας καὶ στήριξόν με εἰς τὸν φόβον Σου. Κύριε, δώρησαι
πένθος καὶ ταπείνωσιν ἐν τῇ καρδίᾳ μου, ἵνα κλαύσω τὰς ἀνομίας
μου. Κύριε, δώρησαί μοι ὑπομονὴν ἐν τοῖς πειρασμοῖς καὶ
διάκρισιν. Κύριε, ἐξάλειψον ἀπ’ ἐμοῦ τὴν ἄγνοιαν, τὴν ραθυμίαν,
τὴν πώρωσιν. Κύριε, ρῦσαί με ἀπὸ τῶν φθοροποιῶν συνδυασμῶν
καὶ ἀπὸ συγκαταθέσεως τῶν πονηρῶν λογισμῶν. Κύριε, δίωξον
ἀπ’ ἐμοῦ τὴν λήθην, τὴν ἀναισθησίαν, καὶ τὴν τοῦ νοός μου
αἰχμαλωσίαν. Κύριε, σκέπασόν με ἀπὸ τοῦ πολέμου τῆς πορνείας.
Κύριε, ἔνθες μοι μῖσος πρὸς τὰς ἡδονάς, καὶ δώρησαί μοι
ἐνάρετον διαγωγὴν καὶ βίον ἀκαταίσχυντον, καὶ κατάρτισαι τὰ
διαβήματά μου πρὸς ἐργασίαν τῶν ἐντολῶν Σου. Πρεσβείαις τῆς
παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων Σου τῶν
Ἁγίων· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Υπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε
τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν, καὶ
αἴτησαι ἵνα σώσῃ διά Σοῦ τὰς ψυχὰς ἡμῶν.

Ήἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ
Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον (τρίς).
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΠΡΟΣΕΥΧΗ ΤΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ ΟΠΤΙΝΑ

Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος. Ἀμήν.
Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.


Κύριε, βοήθησέ με ν’ ἀντιμετωπίσω μὲ ψυχικὴ γαλήνη ὅλα,
ὅσα θὰ μοῦ φέρει ἡ σημερινὴ ἡμέρα. Βοήθησέ με νὰ
παραδοθῶ ὁλοκληρωτικὰ στὸ ἅγιο θέλημά Σου. Στὴν κάθε ὥρα
τῆς ἡμέρας φώτιζέ με, καὶ δυνάμωνέ με γιὰ τὸ κάθε τί. Ὅποιες
εἰδήσεις κι ἂν λάβω σήμερα, δίδαξέ με νὰ τὶς δεχθῶ μὲ ἠρεμία,
καὶ μὲ τὴν ἀκλόνητη πεποίθηση ὅτι τίποτε δὲν συμβαίνει, χωρὶς
νὰ τὸ ἐπιτρέψεις Ἐσύ. Καθοδήγησε τὶς σκέψεις καὶ τὰ συναισθήματά μου σὲ ὅλα μου τὰ ἔργα καὶ τὰ λόγια. Στὶς ἀπρόοπτες
περιστάσεις μὴ μὲ ἀφήσεις νὰ ξεχάσω ὅτι ὅλα παραχωροῦνται
ἀπὸ Σένα. Δίδαξέ με νὰ συμπεριφέρομαι σὲ κάθε μέλος τῆς
οἰκογένειάς μου καὶ σ’ ὅλους τοὺς συνανθρώπους μου μὲ
εὐθύτητα καὶ σύνεση, ὥστε νὰ μὴ συγχύσω καὶ στενοχωρήσω
κανένα. Κύριε, δός μου τὴ δύναμη νὰ ὑποφέρω τὸν κόπο καὶ ὅλα
τὰ γεγονότα τῆς ἡμέρας αὐτῆς σὲ ὅλη τὴ διάρκειά της.
Καθοδήγησε τὴ θέλησή μου καὶ δίδαξέ με νὰ προσεύχομαι, νὰ
πιστεύω, νὰ ὑπομένω, νὰ συγχωρῶ καὶ ν’ ἀγαπῶ. Ἀμήν.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ
Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δόξα εν υψίστοις Θεώ και επί γης ειρήνη, εν ανθρώποις ευδοκία (τρις).

Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου (δις).

Ο ΕΞΆΨΑΛΜΟΣ

Κύριε, τι επληθύνθησαν οι θλίβοντές με; πολλοί επανίστανται επ' εμέ. Πολλοί λέγουσι τη ψυχή μου· ουκ έστι σωτηρία αυτώ εν τω Θεώ αυτού. Συ δε, Κύριε, αντιλήπτωρ μου ει, δόξα μου και υψών την κεφαλήν μου. Φωνή μου προς Κύριον εκέκραξα, και επήκουσέ μου εξ όρους αγίου αυτού. Εγώ δε εκοιμήθην και ύπνωσα· εξηγέρθην, ότι Κύριος αντιλήψεταί μου. Ου φοβηθήσομαι από μυριάδων λαού των κύκλω συνεπιτιθεμένων μοι. Ανάστα, Κύριε, σώσον με, ο Θεός μου· ότι συ επάταξας πάντας τους εχθραίνοντάς μοι ματαίως, οδόντας αμαρτωλών συνέτριψας. Του Κυρίου η σωτηρία, και επί τον λαόν σου η ευλογία σου.

Και πάλιν. Εγώ εκοιμήθην και ύπνωσα· εξηγέρθην, ότι Κύριος αντιλήψεταί μου.

Κύριε, μη τω θυμώ σου ελέγξης με, μηδέ τη οργή σου παιδεύσης με. Ότι τα βέλη σου ενεπάγησάν μοι, και επεστήριξας επ' εμέ την χείρα σου. Ουκ έστιν ίασις εν τη σαρκί μου από προσώπου της οργής σου· ουκ έστιν ειρήνη εν τοις οστέοις μου από προσώπου των αμαρτιών μου. Ότι αι ανομίαι μου υπερήραν την κεφαλήν μου, ωσεί φορτίον βαρύ εβαρύνθησαν επ' εμέ. Προσώζεσαν και εσάπησαν οι μώλωπές μου από προσώπου της αφροσύνης μου. Εταλαιπώρησα και κατεκάμφθην έως τέλους. Όλην την ημέραν σκυθρωπάζων επορευόμην. Ότι αι ψόαι μου επλήσθησαν εμπαιγμάτων, και ουκ έστιν ίασις εν τη σαρκί μου. Εκακώθην και εταπεινώθην έως σφόδρα, ωρυόμην από στεναγμού της καρδίας μου. Κύριε, εναντίον σου πάσα η επιθυμία μου, και ο στεναγμός μου από σου ουκ απεκρύβη. Η καρδία μου εταράχθη, εγκατέλιπέ με η ισχύς μου, και το φως των οφθαλμών μου, και αυτό ουκ έστι μετ' εμού. Οι φίλοι μου και οι πλησίον μου εξ εναντίας μου ήγγισαν και έστησαν, και οι έγγιστά μου από μακρόθεν έστησαν. Και εξεβιάζοντο οι ζητούντες την ψυχήν μου, και οι ζητούντες τα κακά μοι ελάλησαν ματαιότητας, και δολιότητας όλην την ημέραν εμελέτησαν. Εγώ δε ωσεί κωφός ουκ ήκουον, και ωσεί άλαλος ουκ ανοίγων το στόμα αυτού. Και εγενόμην ωσεί άνθρωπος ουκ ακούων και ουκ έχων εν τω στόματι αυτού ελεγμούς. Ότι επί σοι, Κύριε, ήλπισα· συ εισακούση, Κύριε ο Θεός μου. Ότι είπον μήποτε επιχαρώσι μοι οι εχθροί μου, εν τω σαλευθήναι πόδας μου, επ' εμέ εμεγαλορρημόνησαν. Ότι εγώ εις μάστιγας έτοιμος, και η αλγηδών μου ενώπιόν μου εστί δια παντός. Ότι την ανομίαν μου εγώ αναγγελώ, και μεριμνήσω υπέρ της αμαρτίας μου. Οι δε εχθροί μου ζώσι και κεκραταίωνται υπέρ εμέ και επληθύνθησαν οι μισούντες με αδίκως. Οι ανταποδιδόντες μοι κακά αντί αγαθών ενδιέβαλλόν με, επεί κατεδίωκον αγαθωσύνην. Μη εγκαταλίπης με, Κύριε ο Θεός μου, μη αποστής απ' εμού. Πρόσχες εις την βοήθειάν μου, Κύριε της σωτηρίας μου.

Και πάλιν. Μη εγκαταλίπης με, Κύριε ο Θεός μου, μη αποστής απ' εμού. Πρόσχες εις την βοήθειάν μου, Κύριε της σωτηρίας μου.

Ο Θεός, ο Θεός μου, προς σε ορθρίζω. Εδίψησέ σε η ψυχή μου, ποσαπλώς σοι η σαρξ μου, εν γη αβάτω και ανύδρω. Ούτως εν τω αγίω ώφθην σοι, του ιδείν την δύναμιν σου και την δόξαν σου. Ότι κρείσσον το έλεός σου υπέρ ζωάς, τα χείλη μου επαινέσουσί σε. Ούτως ευλογήσω σε εν τη ζωή μου, και εν τω ονόματί σου αρώ τας χείράς μου. Ως εκ στέατος και πιότητος εμπλησθείη η ψυχή μου, και χείλη αγαλλιάσεως αινέσει το στόμα μου. Ει εμνημόνευόν σου επί της στρωμνής μου, εν τοις όρθροις εμελέτων εις σε. Ότι εγενήθης βοηθός μου, και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι. Εκολλήθη η ψυχή μου οπίσω σου, εμού δε αντελάβετο η δεξιά σου. Αυτοί δε εις μάτην εζήτησαν την ψυχήν μου, εισελεύσονται εις τα κατώτατα της γης, παραδοθήσονται εις χείρας ρομφαίας, μερίδες αλωπέκων έσονται. Ο δε βασιλεύς ευφρανθήσεται επί τω Θεώ, επαινεθήσεται πας ο ομνύων εν αυτώ, ότι ενεφράγη στόμα λαλούντων άδικα.

Και πάλιν. Εν τοις όρθροις εμελέτων εις σε, ότι εγενήθης βοηθός μου, και εν τη σκέπη των πτερύγων σου αγαλλιάσομαι. Εκολλήθη η ψυχή μου οπίσω σου, εμού δε αντελάβετο η δεξιά σου.

Δόξα, και νυν.

Αλληλούια, αλληλούια, αλληλούια, δόξα σοι, ο Θεός γ'. Κύριε ελέησον γ'.

Δόξα, και νυν.

Κύριε, ο Θεός της σωτηρίας μου, ημέρας εκέκραξα και εν νυκτί εναντίον σου. Εισελθέτω ενώπιόν σου η προσευχή μου, κλίνον το ους σου εις την δέησίν μου. Ότι επλήσθη κακών η ψυχή μου, και η ζωή μου τω άδη ήγγισε. Προσελογίσθην μετά των καταβαινόντων εις λάκκον, εγενήθην ωσεί άνθρωπος αβοήθητος, εν νεκροίς ελεύθερος. Ωσεί τραυματίαι καθεύδοντες εν τάφω, ων ουκ εμνήσθης έτι, και αυτοί εκ της χειρός σου απώσθησαν. Έθεντό με εν λάκκω κατωτάτω, εν σκοτεινοίς και εν σκιά θανάτου. Επ' εμέ επεστηρίχθη ο θυμός σου, και πάντας τους μετεωρισμούς σου επήγαγες επ' εμέ. Εμάκρυνας τους γνωστούς μου απ' εμού, έθεντό με βδέλυγμα εαυτοίς. Παρεδόθην και ουκ εξεπορευόμην, οι οφθαλμοί μου ησθένησαν από πτωχείας. Εκέκραξα προς σε, Κύριε, όλην την ημέραν διεπέτασα προς σε τας χείρας μου. Μη τοις νεκροίς ποιήσεις θαυμάσια, ή ιατροί αναστήσουσι και εξομολογήσονταί σοι; Μη διηγήσεταί τις εν τω τάφω το έλεος σου, και την αλήθειάν σου εν τη απώλεια; Μη γνωσθήσεται εν τω σκότει τα θαυμάσια σου, και η δικαιοσύνη σου εν γη επιλελησμένη; Καγώ προς σε, Κύριε, εκέκραξα, και το πρωί η προσευχή μου προφθάσει σε. Ινατί, Κύριε, απωθή την ψυχήν μου, αποστρέφεις το πρόσωπόν σου απ' εμού; Πτωχός ειμί εγώ, και εν κόποις εκ νεότητας μου· υψωθείς δε, εταπεινώθην και εξηπορήθην. Επ' εμέ διήλθον αι οργαί σου, οι φοβερισμοί σου εξετάραξάν με. Εκύκλωσάν με ωσεί ύδωρ, όλην την ημέραν περιέσχον με άμα. Εμάκρυνας απ' εμού φίλον και πλησίον, και τους γνωστούς μου από ταλαιπωρίας.

Και πάλιν. Κύριε, ο Θεός της σωτηρίας μου, ημέρας εκέκραξα και εν νυκτί εναντίον σου. Εισελθέτω ενώπιον σου η προσευχή μου, κλίνον το ους σου εις την δέησίν μου.

Ευλόγει, η ψυχή μου, τον Κύριον, και, πάντα τα εντός μου, το όνομα το άγιον αυτού. Ευλόγει, η ψυχή μου, τον Κύριον, και μη επιλανθάνου πάσας τας ανταποδόσεις αυτού. Τον ευιλατεύοντα πάσας τας ανομίας σου, τον ιώμενον πάσας τας νόσους σου. Τον λυτρούμενον εκ φθοράς την ζωήν σου, τον στεφανούντα σε εν ελέει και οικτιρμοίς. Τον εμπιπλώντα εν αγαθοίς την επιθυμίαν σου, ανακαινισθήσεται ως αετού η νεότης σου. Ποιών ελεημοσύνας ο Κύριος, και κρίμα πάσι τοις αδικουμένοις. Εγνώρισε τας οδούς αυτού τω Μωϋσεί, τοις υιοίς Ισραήλ τα θελήματα αυτού. Οικτίρμων και ελεήμων ο Κύριος, μακρόθυμος και πολυέλεος· ουκ εις τέλος οργισθήσεται, ουδέ εις τόν αιώνα μηνιεί. Ου κατά τας ανομίας ημών εποίησεν ημίν, ουδέ κατά τας αμαρτίας ημών ανταπέδωκεν ημίν. Ότι κατά το ύψος του ουρανού από της γης εκραταίωσε Κύριος το έλεος αυτού επί τους φοβούμενους αυτόν. Καθ' όσον απέχουσιν ανατολαί από δυσμών, εμάκρυνεν αφ' ημών τας ανομίας ημών. Καθώς οικτείρει πατήρ υιούς, ωκτείρησε Κύριος τους φοβουμένους αυτόν· ότι αυτός έγνω το πλάσμα ημών, εμνήσθη ότι χους εσμέν. Άνθρωπος, ωσεί χόρτος αι ημέραι αυτού, ωσεί άνθος του αγρού, ούτως εξανθήσει. Ότι πνεύμα διήλθεν εν αυτώ, και ουχ υπάρξει, και ουκ επιγνώσεται έτι τον τόπον αυτού. Το δε έλεος του Κυρίου από του αιώνος, και έως του αιώνος επί τους φοβουμένους αυτόν. Και η δικαιοσύνη αυτού επί υιοίς υιών τοις φυλάσσουσι την διαθήκην αυτού και μεμνημένοις των εντολών αυτού του ποιήσαι αυτάς. Κύριος εν τω ουρανώ ητοίμασε τον θρόνον αυτού, και η βασιλεία αυτού πάντων δεσπόζει. Ευλογείτε τον Κύριον πάντες οι άγγελοι αυτού, δυνατοί ισχύι ποιούντες τον λόγον αυτού, του ακούσαι της φωνής των λόγων αυτού. Ευλογείτε τον Κύριον πάσαι αι δυνάμεις αυτού, λειτουργοί αυτού, οι ποιούντες το θέλημα αυτού. Ευλογείτε τον Κύριον πάντα τα έργα αυτού, εν παντί τόπω της δεσποτείας αυτού· ευλόγει, η ψυχή μου τον Κύριον.

Και πάλιν. Εν παντι τόπω της δεσποτείας αυτού, ευλόγει, η ψυχή μου, τον Κύριον.

Κύριε, εισάκουσoν της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εiσάκουσόν μου εν τη δικαιοσύνη σου· Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ' εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ' εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.

Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματος σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Και πάλιν. Εισάκουσαν μου, Κύριε, εν τη δικαιοσύνη σου, και μη εισέλθης εις κρίσιν μετά του δούλου σου (δις). Είτα. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία.

Δόξα, και νυν. Αλληλούια.