Μενού
Μενού

Ευχέλαιο | Ακολουθία του Άγιου Ελαίου

Ὁ πρῶτος τῇ τάξει τῶν Ἱερέων.

Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀμήν.
Ἱερεὺς: Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁ Πανταχοῦ Παρὼν καὶ τὰ Πάντα Πληρῶν, ὁ Θησαυρὸς τῶν Ἀγαθῶν καὶ Ζωῆς
Χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος
Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ΄)
Δόξα... Καὶ νῦν ...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε,
ἐλέησον.
Δόξα... Καὶ νῦν ...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω
τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν
σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ
μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...
Ὁ Ἀναγνώστης: Ἀμήν. Κύριε, ἐλέησον. (ιβ΄)
Δόξα... Καὶ νῦν ...
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν
τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν
Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν
αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου,
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου
σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς
αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου ἐν
ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν
πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν
σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή
μου ὡς γῆ ἄνυδρός σοι.
Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ
πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου
ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός
σου, ὅτι ἐπὶ σοι ἤλπισα·
Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς
σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά
σου ὅτι σὺ εἶ ὁ Θεός μου·
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν
γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου Κύριε
ζήσεις με·
Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως
τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου

ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.
Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν
ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Εἶτα ἡ μικρά Συναπτή·
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ
μέγα ἔλεός σου, δεόμεθα σου, ἐπάκουσον καὶ
ἐλέησον.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ τῶν
δούλων τοῦ Θεοῦ, πάντων τῶν συμπαρόντων
καὶ συμπροσευχομένων πατέρων καὶ ἀδελφῶν
ἡμῶν καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ’ αὐτοὺς τὴν χάριν
τοῦ Ἁγίου σου Πνεύματος.
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (γ΄)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος
Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.

Μετά ψάλλεται εἰς ἦχον πλ. β΄ τὸ

Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με,
μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.

Στίχ. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Ἀλληλούϊα, Ἀλληλούϊα. Ἀλληλούϊα.
Εἶτα τὰ τροπάρια εἰς ἦχον πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης
γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν
ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ
προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ
πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ
μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπιβλέψον καὶ
νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν
ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς
λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ
ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν,
εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ
ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν
περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους
τῶν χριστιανῶν.

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός
σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ
ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν
σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις
σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ
τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι·
πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην·
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν
ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός,
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις
μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου,
καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’
ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ
ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς
σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν
δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα
μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ
Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν
Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης,
ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου
μόσχους.

ᾨδὴ α΄, Ἦχος δ΄.
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους
σου.
Ἐλαίῳ τῆς εὐσπλαγχνίας Δέσποτα, ὁ
ἱλαρύνων ἀεί, ψυχὰς ὁμοῦ καὶ σώματα βροτῶν,
καὶ φρουρῶν ἐν Ἐλαίῳ πιστούς· Αὐτὸς καὶ νῦν
οἰκτείρησον, τοὺς δι’ Ἐλαίου προσιόντας σοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους
σου.
Ὑπάρχει σου τοῦ ἐλέους Δέσποτα, πλήρης
ἡ σύμπασα γῆ· ὅθεν Ἐλαίῳ θείῳ μυστικῶς, οἱ
χριόμενοι σήμερον, τὸν ὑπὲρ νοῦν σου ἔλεον,
πιστῶς αἰτοῦμέν σε δοθῆναι ἡμῖν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Χρισμόν σου τὸν ἱερὸν Φιλάνθρωπε, ὁ
Ἀποστόλοις τοῖς σοις, ἐπ’ ἀσθενοῦσι δούλοις
σου τελεῖν, συμπαθῶς ἐντειλάμενος, ταῖς δι’
αὐτῶν ἐντεύξεσι, πάντας σφραγῖδί σου ἐλέησον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Ἡ μόνη, τὸ τῆς εἰρήνης πέλαγος, Ἁγνὴ
πλουτήσασα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου
ἀεί, νοσημάτων καὶ θλίψεων, τοὺς σοὺς οἰκέτας
λύτρωσαι, ὅπως ἀπαύστως μεγαλύνωσί σε.
ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους
σου.
Σὺ μόνος ὢν θαυμαστός, καὶ ἐν ἀνθρώποις
τοῖς πιστοῖς ἵλεως, τοῖς ἀσθενοῦσι δεινῶς, δὸς
Χριστὲ τὴν Χάριν σου ἄνωθεν.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους
σου.
Ἐλαίας κάρφος ποτέ, πρὸς ἀνοχὴν
κατακλυσμοῦ Θείᾳ σου, δείξας ῥοπῇ Κύριε,
σῶσον ἐν ἐλέει τοὺς κάμνοντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Λαμπάδι θείᾳ φωτός, ἐν τῷ ἐλέει σου
Χριστὲ φαίδρυνον, τοὺς ἐν τῇ χρίσει καὶ νῦν,
πίστει τοῦ ἐλέους σου σπεύδοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.
Ἐπίβλεψον εὐμενῶς, Μήτηρ τοῦ πάντων
Ποιητοῦ ἄνωθεν, καὶ τὴν πικρὰν κάκωσιν, λῦσον
τοὺς νοσοῦντας πρεσβείαις σου.

Ἠχὸς πλ. δ΄. Αὐλῶν ποιμενικῶν.
Ὡς θεῖος ποταμός, τοῦ ἐλέους ὑπάρχων, ὡς ἄβυσσος πολλῆς,
συμπαθείας Οἰκτίρμον, δεῖξον τοῦ Σοῦ ἐλέους τὰ θεῖα ῥεῖθρα, καὶ πάντας
ἴασαι· βλῦσον τάς τῶν θαυμάτων πηγὰς ἀφθόνως, καὶ πλῦνον ἅπαντας·
Σοὶ γὰρ ἀεὶ προστρέχοντες θερμῶς, τὴν Χάριν ἐξαιτούμεθα.
Ἕτερον

΄Ἠχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἰατρὸς καὶ βοηθὸς τῶν ἐν πόνοις, ὁ Λυτρωτής τε καὶ Σωτὴρ τῶν ἐν
νόσοις, Αὐτὸς τῶν ὅλων Δέσποτα καὶ Κύριε, δώρησαι τὴν ἴασιν, τοῖς
νοσοῦσί σου δούλοις, οἴκτειρον ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ τῶν
σφαλμάτων λύτρωσαι Χριστέ, ὅπως δοξάζωσι τὴν Θείαν σου δύναμιν.

ᾨδὴ δ’ Ἐπαρθέντα σε ἰδοῦσα.

Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἀδιάφθορον ὡς μύρον Σωτὴρ ὑπάρχων, τὸ κενωθὲν ἐν χάριτι, καὶ κόσμον
καθαῖρον, οἴκτειρον, ἐλέησον τοὺς τῇ θείᾳ πίστει Σου, µώλωπας σαρκὸς
ἐπαλείφοντας.
Δέσπότα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἱλαρότητι σφραγῖδος τοῦ Σου ἐλέους, νῦν τάς αἰσθήσεις Δέσποτα,
σφραγίσας Σοῖς δούλοις, ἄβατον, ἀπρόσιτον, τὴν εἴσοδον ποίησον,
πάσαις ἐναντίαις δυνάμεσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὁ προσκαλεῖσθαι κελεύων τοὺς ἀσθενοῦντας, ἱερουργοὺς ἐνθέους Σου,
καὶ τούτων ἐντεύξει, καὶ χρίσει Ἐλαίου Σου, Φιλάνθρωπε σῴζεσθαι,
σῶσον Σῷ ἐλέει τοὺς κάμνοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Θεοτόκε ἀειπάρθενε Παναγία, σκέπη στερρὰ καὶ φύλαξ μου, λιμήν τε καὶ
τεῖχος, κλῖμαξ καὶ προπύργιον, ἐλέησον οἴκτειρον· πρὸς σὲ γὰρ καὶ μόνην
κατεφύγομεν.
ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ὑπάρχων Ἀγαθέ, τοῦ ἐλέους ἡ ἄβυσσος, ἐλέησον Ἐλεῆμον, σοῦ τῷ θείῳ
Ἐλαίῳ, τοὺς κάμνοντας ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ψυχὰς ἡµῶν Χριστέ, καὶ τὰ σώματα ἄνωθεν, σφραγῖδός Σου θείῳ τύπῳ,
ἁγιάσας ἀφράστως, χειρί Σου πάντας ἴασαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀφάτῳ σου στοργῇ, ὑπεράγαθε Κύριε, δεξάμενος τάς τοῦ μύρου, διὰ
πόρνης ἀλείψεις, οἰκτείρησον τοὺς δούλους Σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανύμνητε ἁγνή, ὑπεραγαθέ, Δέσποινα, ἐλέησον τούς τῷ θείῳ
χριομένους Ἐλαίῳ, καὶ σῶσον τοὺς οἰκέτας Σου.
ᾨδή στ’. Θύσω σοι, μετὰ φωνῇς.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Λόγοις Σου, ὁ δι’ Ἐλαίου δείξας Φιλάνθρωπε, ἐν Βασιλεῦσι τὴν χρῖσιν, καὶ
Ἀρχιερεῦσι ταύτην τελέσας, σφραγισμῷ Σου, καὶ τοὺς πάσχοντας σῶσον
ὡς εὔσπλαγχνος.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Μέθεξις, µὴ ἐκ πικρῶν δαιμόνων ἐφάψοιτο, τῶν ἐπ’ ἀλείψει ἐνθέῳ, τάς
αἰσθήσεις Σῶτερ, σημειουμένων, ἀλλ’ ἐν σκέπῃ περιτείχισον τούτους τῆς
δόξης Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὄρεξον, χεῖρα τὴν Σὴν ἐξ ὕψους Φιλάνθρωπε, καὶ σοῦ τὸ Ἔλαιον Σῶτερ,
ἁγιάσας δίδου τοῖς Σοῖς οἰκέταις, εἰς ὑγείαν, καὶ νοσημάτων πάντων
ἐκλύτρωσιν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀµήν.
Πέφηνας, ἐν τῷ Θείῳ σου Τόκῳ κατακαρπός, Μήτηρ τοῦ Κτίστου ἐλαία,
δι’ ἧς πλήρης ὤφθη κόσμος ἐλέους· ὅθεν σῷζε, πρεσβειῶν ἐπαφῇ σου
τοὺς κάμνοντας.

Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἐλέους πηγή, ὑπάρχων Ὑπεραγαθέ, τοὺς πίστει θερμῇ, ἐλέει τῷ ἀφάτῳ
σου, προσπεσόντας εὔσπλαγχνε, ἐκ παντοίας λύτρωσαι κακώσεως, καὶ
τάς αὐτῶν νόσους ἀράμενος, παράσχου τὴν Θείαν Χάριν ἄνωθεν.
ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Σὺ ἐν ἐλέει καὶ οἰκτιρμοῖς Σου, Σῶτερ μόνος Θεός, πάντων ἰατρεύων πάθη
τε τῶν ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, Αὐτὸς θεράπευσον, καὶ τοὺς
ἐν νόσοις πάσχοντας Εὔσπλαγχνε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἐν τῷ λιπαίνειν Ἐλαίου χρίσει, πάντων τάς κεφαλάς, δίδου εὐφροσύνης
τούτῳ τὴν χαρμονήν, τοῖς τὸν ἔλεον ζητοῦσί Σου, τῆς ἐκλυτρώσεως τῷ
πλουσίῳ ἐλέει Σου Κύριε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ξίφος ὑπάρχει κατὰ δαιμόνων, Σῶτέρ Σου ἡ σφραγίς· πῦρ τε ἀναλίσκον
πάθη τὰ τῶν ψυχῶν, Ἱερέων ταῖς ἐντεύξεσιν· ὅθεν τὴν ἴασιν, οἱ δεδεγμένοι
πίστει ὑμνοῦμέν Σε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σὺ τὸν κρατοῦντα ἐν δρακὶ πάντα, Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σχοῦσα
θεοπρεπῶς, καὶ ἀφράστως σωματώσασα, ὑπὲρ τῶν καμνόντων,
ἐξιλέωσαι τούτους δεόμεθα.
ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἅπαντας ἐλέησον Σωτήρ, κατὰ τὸ μέγα σου καὶ Θεῖον ἔλεος· τούτου τὸν
τύπον γὰρ Δεσπότα, μυστικῶς ὑπαινιττόμενοι, τὴν δι’ Ἐλαίου ἱεροῦ χρῖσιν
προσάγομεν, τοῖς νοσοῦσιν· οὕς περ δυνάμει, τῇ Σὴ πάντας ἴασαι.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ῥείθροις τοῦ ἐλέους Σου Χριστέ, καὶ ἐπαλείμμασι τῶν Ἱερέων Σου, πλῦνον
ὡς εὔσπλαγχνος Κύριε, τάς ὀδύνας καὶ τὰ τραύματα, καὶ ἀλγεινῶν
ἐπιφοράς, τῶν ἐν ἀνάγκαις παθὼν τρυχομένων, ὅπως καθάρσει τῇ Σῇ,
τύχωσι ῥώσεως.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σύμβολον τῆς ἄνωθεν ῥοπῆς, καὶ ἱλαρότητος Ἔλαιον, θεῖον ἡµῖν τοῖς
διαγράφουσι Δέσποτα, µὴ μακρύνῃς Σου τὸ ἔλεος, μηδὲ παρίδῃς τοὺς
πιστῶς ἀεὶ κραυγάζοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔνδοξον ὡς στέφανον Ἁγνή, ἡ φύσις εἴληφε τὸν Θεῖον τόκον σου, ἐχθρῶν
ἀπείργοντα φάλαγγας, καὶ νικῶντα κατὰ κράτος αὐτούς· διὸ χαρίτων σου
φαιδραῖς, καταστεφόμενοι ἀγλαΐαις, σὲ ἀνυμνοῦμεν πανύμνητε Δέσποινα.
ᾨδὴ θ’. Λίθος ἀχειρότμητος ὅρους.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Νεῦσον οὐρανόθεν Οἰκτίρμον, δεῖξόν σου τὸ ἔλεος πᾶσι· δὸς νῦν τὴν
ἀντίληψιν τὴν Σήν, καὶ τὴν ἰσχύν Σου τοῖς προσιοῦσί Σοι, διὰ τοῦ θείου
χρίσματος, τῶν Ἱερέων Σου φιλάνθρωπε.
Δέσποτα Χριστέ, ἐλέησον τοὺς δούλους Σου.
Ἴδωμεν πανάγαθε Σῶτερ, ἀγαλλιώμενοι τὸ θεῖον Ἔλαιον, ῥοπῇ σου
ἐνθέῳ, ὑπὲρ μετόχους, ὅπερ προσείληφας, καὶ τυπικῶς μετέδωκας,
λουτροῦ τοῦ θείου τοῖς μετέχουσιν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Οἴκτειρον ἐλέησον Σῶτερ, ῥῦσαι δεινῶν καὶ ἀλγηδόνων, λύτρωσαι βελῶν
τοῦ πονηροῦ, τοὺς Σοὺς οἰκέτας ψυχὰς καὶ σώματα, ὡς ἐλεήμων Κύριος,
χάριτι θείᾳ ἐξιώμενος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὕμνους καὶ δεήσεις Παρθένε, προσδεχομένη τῶν σῶν δούλων, ῥῦσαι
χαλεπῶν παθημάτων, καὶ ἀλγηδόνων ταῖς ἱκεσίαις σου, τοὺς δι’ ἡµῶν
Πανάχραντε, τῇ θείᾳ σκέπῃ σου προστρέχοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον
καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡµῶν. Τὴν τιμιωτέραν τῶν
Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείµ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ΔΙΑΚΟΝΟΣ: Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡµῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν,
Χριστῷ τῷ Θεῷ παραθώμεθα.

ΧΟΡΟΣ: Σοὶ Κύριε.

ΙΕΡΕΥΣ: Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

ΧΟΡΟΣ: Ἀμήν.

Ἐπεσκέψατο ἡμάς.
Ἐν ἐλέῳ Ἀγαθέ, ἐπίβλεψον Σῷ ὄμματι, ἐπὶ τὴν δέησιν ἡµῶν τῶν
συνελθόντων ἐν τῷ Ναῷ Σου, τῷ ἁγίῳ σήμερον, χρῖσαι θείῳ Ἐλαίῳ,
νοσοῦντας τοὺς δούλους Σου.
ΑΙΝΟΙ : Ἦχος δ΄
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν,
αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις
αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Ἦχος δ΄ Ἔδωκας σημείωσιν.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὔτη ἔσται πᾶσι τοῖς ὁσίοις
αὐτοῦ.
Ἔδωκας τὴν χάριν Σου, διὰ τῶν Σῶν εὐδιάλλακτε, Ἀποστόλων
Φιλάνθρωπε, Ἐλαίῳ Ἁγίῳ Σου, θεραπεύειν πάντων, πληγάς τε καὶ
νόσους· διὸ Ἐλαίῳ Σου πιστῶς, τοὺς προσιόντας καὶ νῦν ὡς
εὔσπλαγχνος, ἁγίασον ἐλέησον, παντοίας νόσου καθάρισον, καὶ τρυφῆς
τῆς ἀφθάρτου Σου, καταξίωσον Κύριε.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς
δυνάμεως αὐτοῦ.
Βλέψον Ἀκατάληπτε ἐξ οὐρανόθεν ὡς εὔσπλαγχνος, ἐν χειρὶ ἀοράτῳ σου
σφραγίσας Φιλάνθρωπε, τάς ἡµῶν αἰσθήσεις. Ἐλαίῳ Σου θείῳ, τοὺς
προσδραμόντας Σοι πιστῶς, καὶ ἐξαιτοῦντας πταισμάτων ἄφεσιν· καὶ
δώρησαι τὴν ἴασιν, τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος, ἵνα πόθῳ δοξάζωσί
Σε, μεγαλύνοντες τὸ κράτος Σου.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς
μεγαλωσύνης αὐτοῦ.
Χρίσει τοῦ ἐλέους Σου, καὶ Ἱερέων φιλάνθρωπε, ἐπαφῇ τοὺς οἰκέτας Σου,
ἁγίασον ἄνωθεν, νοσημάτων ῥῦσαι, ψυχῆς τε τὸν ῥύπον, καθαρὸν
ἔκπλυνον Σωτήρ, καὶ πολυπλόκων σκανδάλων λύτρωσαι· τοὺς πόνους
παραμύθησαι, τάς περιστάσεις ἐκδίωξον, καὶ τάς θλίψεις ἀφάνισον, ὡς
οἰκτίρμων καὶ εὔσπλαγχνος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Σὲ τὸ καθαρώτατον, τοῦ βασιλέως παλάτιον, δυσωπῶ Πολυΰμνητε· τὸν
νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον
τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν Σου, καὶ
τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης Σου.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον
ἡµᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡµᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡµῶν.
Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡµῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς
ἀσθενείας ἡµῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡµῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ
βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡµῶν τὸν ἐπιούσιον δὸς ἡµῖν σήμερον, καὶ ἄφες ἡµῖν τὰ
ὀφειλήματα ἡµῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡµῶν, καὶ µὴ
εἰσενέγκῃς ἡµᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡµᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός,
καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Τροπάριον, Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον
ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις Σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν
ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν Σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις
τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
ΙΕΡΕΥΣ: Εὐλογημένη ἡ Βασιλεῖα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου
Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡµῶν, τοῦ
Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ
Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου
Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡµῶν [δεῖνος], τοῦ τιμίου
πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ
Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὴν χάριν τοῦ Ἁγίου
Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐλογηθῆναι τὸ Ἔλαιον τοῦτο, τῇ ἐπιφοιτήσει, καὶ δυνάμει, καὶ
ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, τῶν προσελθόντων εἰς τὸ Ἅγιον τοῦτο
Μυστήριον, καὶ τῆς ἐν Θεῶ ἐπισκέψεως αὐτῶν, καὶ ὑπὲρ τοῦ ἐλθεῖν ἐπ’
αὐτοὺς τὴν χάριν τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡµᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ
ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμάς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡµῶν
Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡµῶν,
Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΧΟΡΟΣ: Σοὶ Κύριε.
ΙΕΡΕΥΣ: Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ
τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
Εἶτα ὁ Ἱερεὺς λέγει τὴν Εὐχὴν τοῦ Ἐλαίου ἀπέναντι τῆς κανδήλας.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΕΥΧΗ ΤΟΥ ΕΛΑΙΟΥ
ΙΕΡΕΥΣ: Κύριε, ὁ ἐν τῷ ἐλέει, καὶ τοῖς οἰκτιρμοῖς Σου ἰώμενος τὰ
συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡµῶν· Αὐτός, Δέσποτα,
ἁγίασον καὶ τὸ Ἔλαιον τοῦτο, ὥστε γενέσθαι τοῖς χριομένοις ἐξ αὐτοῦ, εἰς
θεραπείαν καὶ ἀπαλλαγὴν παντὸς πάθους, νόσου σωματικῆς, μολυσμοῦ
σαρκὸς καὶ πνεύματος, καὶ παντὸς κακοῦ· ἵνα καὶ ἐν τούτῳ δοξασθῇ σου
τὸ πανάγιον ὄνομα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν ὅσῳ δὲ λέγεται ἡ Εὐχὴ παρὰ τοῦ Ἱερέως, ψάλλονται τὰ κάτωθι
Τροπάρια.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε. ΤΟ ΑΚΟΥΤΕ
Ταχὺς εἰς ἀντίληψιν, μόνος ὑπάρχων Χριστέ, ταχεῖαν τὴν ἄνωθεν, δεῖξον
ἐπίσκεψιν, τοῖς πάσχουσι δούλοις Σου· λύτρωσαι νοσημάτων, καὶ πικρῶν
ἀλγηδόνων· ἔγειρον τοῦ ὑμνεῖν Σε, καὶ δοξάζειν ἀπαύστως· πρεσβείαις
τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Ἦχος δ’ Ἐπεφάνης σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ
Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ τῶν ἐν σκότει, τὸ φῶς
τὸ ὑπέρλαμπρον.
Ἦχος γ’ Ἡ Παρθένος σήμερον ΤΟ ΑΚΟΥΤΕ
Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι,
δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν
Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα,
Χριστέ, τῷ κράτει σου.
Ήχος πλ. δ’.
Ὡς τοῦ Κυρίου μαθητής, ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον· ὡς Μάρτυς ἔχεις
τὸ ἀπαράτρεπτον· τὴν παρρησίαν ὡς Ἀδελφόθεος, τὸ πρεσβεύειν ὡς
Ἱεράρχης. Ἱκέτευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἠμών.
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ του Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡµᾶς ἐπ’
ἐσχάτων, τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτόν σε ἀνέδειξε τῶν
Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν
Μυστηρίων των πνευματικῶν· ὄθεν σε πάντες τιμῶμεν Ἀπόστολε.
Ἦχος γ’. Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις Ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ Ὅσιε, τὸ
Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας
τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ
τῆς χάριτος.
Ἦχος γ’. Θείας πίστεως.
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπερμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ
ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου κάθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ
θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν
τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡµῖν τὸ μέγα ἔλεος.
Ἦχος γ’.
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡµῶν.
Ἦχος πλ. δ’.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενείας ἡµῶν,
δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡµῖν.
Ἦχος β’.
Τὰ μεγαλεῖά σου Παρθένε, τίς διηγήσεται; Βρύεις γὰρ θαύματα, καὶ
πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡµῶν, ὡς Θεολόγος καὶ
φίλος Χριστοῦ.
Ἦχος β’ Τὰ ἄνω ζητῶν
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου
καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ
κινδύνων λύτρωσαι ἡµᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
ΑΠΟΣΤΟΛΟΣ Α’
ΑΝΑΓΝΩΣΤΗΣ: Γένοιτο, Κύριε, τὸ ἔλεός Σου ἐφ’ ἡµᾶς.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ.
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Καθολικῆς Ἐπιστολῆς Ἰακώβου τὸ Ἀνάγνωσμα. (Κεφ. 5:
10-16)
ΔΙΑΚΟΝΟΣ: Πρὀσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς
κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ
ὀνόματι Κυρίου. Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ
ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολυέσπλαγχνός ἐστιν ὁ Κύριος
καὶ οἰκτίρμων. Πρὸ πάντων δέ, ἀδελφοί μου, µὴ ὀμνύετε μήτε τὸν οὐρανὸν
μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑµῶν τὸ ναὶ ναί, καὶ τὸ οὔ. οὔ,
ἵνα µὴ εἰς ὑπόκρισιν πέσητε. Κακοπαθεῖ τις ἐν ὑµῖν; προσευχέσθω·
εὐθυμεῖ τις; ψαλλέτω· ἀσθενεῖ τις ἐν ὑµῖν; προσκαλεσάσθω τοὺς
πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες
αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν
κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς,
ἀφεθήσεται αὐτῷ. Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε
ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
ΙΕΡΕΥΣ: Εἰρήνη σοι.
ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου
ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Α΄
Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι Κύριε.
ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Λουκάν Κεφ.10:25-37
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αὐτόν, καὶ
λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Ὁ δὲ εἶπε
πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; Ὁ δὲ ἀποκριθεὶς
εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ
ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας
σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης·
τοῦτο ποίει καὶ ζήσῃ. Ὁ δὲ θέλων δικαιοῦν ἑαυτόν, εἶπε πρὸς τὸν Ἰησοῦν·
Καὶ τίς ἐστί μου πλησίον; Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις
κατέβαινεν ἀπὸ Ἱερουσαλὴµ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ
ἐκδύσαντες αὐτόν, καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ
τυγχάνοντα. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ
ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. Ὁμοίως δὲ καὶ Λευΐτης, γενόμενος κατὰ τὸν
τόπον, ἐλθὼν καὶ ἰδών, ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὀδεύων ἦλθε κατ’
αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη. Καὶ προσελθὼν κατέδησε τὰ
τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ
ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ
τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν
αὐτῷ· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ
ἐπανέρχεσθαί με ἀποδώσω σοι. Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ
σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; Ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ
ἔλεος μετ’ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον

ΙΕΡΕΥΣ: Ἄναρχε, ἀδιάδοχε, Ἅγιε ἁγίων, ὁ τὸν Μονογενῆ σου Υἱὸν
ἐξαποστείλας, ἰώμενον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν καὶ
τῶν σωμάτων ἡµῶν, κατάπεμψον τὸ Ἅγιόν σου Πνεῦμα, καὶ ἁγίασον τὸ
Ἔλαιον τοῦτο· καὶ ποίησον αὐτὸ χριομένοις τοῖς Σοῖς δούλοις, εἰς τελείαν
ἀπολύτρωσιν τῶν ἁμαρτιῶν αὐτῶν, εἰς Βασιλείας Οὐρανῶν κληρονομίαν.
*Σὺ γὰρ εἶ ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ φυλάσσων τὴν διαθήκην Σου
καὶ τὸ ἔλεός Σου τοῖς ἀγαπῶσί Σε· ὁ διδοὺς λύτρωσιν ἁμαρτιῶν διὰ τοῦ
ἁγίου σου παιδὸς Ἰησοῦ Χριστοῦ· ὁ ἀναγεννήσας ἡµᾶς ἀπὸ τῆς ἁμαρτίας·
ὁ φωτίζων τοὺς τυφλοὺς καὶ ἀνορθῶν τοὺς κατερραγμένους· ὁ ἀγαπῶν
τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν· ὁ ἀνακαινίσας ἡµᾶς ἐκ
σκότους καὶ σκιᾶς θανάτου, λέγων τοῖς ἐν δεσμοῖς «Ἐξέλθετε» καὶ τοῖς ἐν
τῷ σκότει «Ἀνακαλύπτεσθε». Ἔλαμψε γὰρ ἐν ταῖς καρδίαις ἡµῶν τὸ φῶς
τῆς ἐπιγνώσεως τοῦ Μονογενοῦς σου Υἱοῦ, ἀφ’ οὗ δι’ ἡµᾶς ἐπὶ τῆς γῆς
ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· καὶ τοῖς δεξαμένοις Αὐτὸν
ἔδωκεν ἐξουσίαν τέκνα Σοῦ τοῦ Θεοῦ γενέσθαι, διὰ λουτροῦ
παλιγγενεσίας τὴν υἱοθεσίαν ἡµῖν χαρισάμενος, ἀμετόχους ἡµᾶς ἐποίησεν
ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου· ἐπεὶ οὐκ εὐδόκησεν ἐν αἵματι
καθαρίζεσθαι, ἀλλ’ ἐν ἐλαίῳ ἁγίῳ ἔδωκε τὸν τύπον τοῦ Σταυροῦ Αὐτοῦ,
εἰς τὸ γενέσθαι ἡµᾶς Χριστοῦ ποίμνιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον,
καθαρίσας ἡµᾶς ἐν ὕδατι, καὶ ἁγιάσας ἐν τῷ Ἁγίῳ Πνεύματι· Αὐτός,
Δέσποτα Κύριε, δὸς Χάριν εἰς τὴν διακονίαν Σου ταύτην, ὡς ἔδωκας
Μωσεῖ τῷ θεράποντί Σου, καὶ Σαμουὴλ τῷ ἠγαπημένῳ Σου, καὶ Ἰωάννῃ
τῷ ἐκλεκτῷ Σου, καὶ πᾶσι τοῖς καθ’ ἑκάστην γενεὰν εὐαρεστήσασί Σοι·
οὕτω ποίησον καὶ ἡµᾶς γενέσθαι διακόνους τῆς Καινῆς τοῦ Υἱοῦ Σου
Διαθήκης ἐπὶ τὸ ἔλαιον τοῦτο, ἣν περιεποιήσω τῷ τιμίῳ Αὐτοῦ Αἵματι· ἵνα,
ἀποδυσάμενοι τάς κοσμικὰς ἐπιθυμίας, ἀποθάνωμεν τῇ ἁμαρτίᾳ καὶ
ζήσωμεν τῇ δικαιοσύνῃ, ἐνδυσάμενοι τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν,
διὰ τῆς χρίσεως τοῦ ἁγιασμοῦ τοῦ μέλλοντος Ἐλαίου ἐπάγεσθαι. Γένοιτο,
Κύριε, τὸ Ἔλαιον τοῦτο, ἔλαιον ἀγαλλιάσεως, ἔλαιον ἁγιασμοῦ, ἔνδυμα
βασιλικόν, θώραξ δυνάμεως, πάσης διαβολικῆς ἐνεργείας ἀποτρόπαιον,
σφραγὶς ἀνεπιβούλευτος, ἀγαλλίαμα καρδίας, εὐφροσύνη αἰώνιος· ἵνα καὶ
ἐν τούτῳ οἱ χριόμενοι, τῷ τῆς ἀναγεννήσεως ἐλαίῳ, φοβεροὶ ὦσι τοῖς
ὑπεναντίοις καὶ λάμψωσιν ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων Σου, µὴ ἔχοντες
σπίλον, ἢ ῥυτίδα, καὶ εἰσδεχθῶσιν εἰς τάς αἰωνίους σου ἀναπαύσεις, καὶ
δέξωνται τὸ βραβείων τῆς ἄνω κλήσεως. Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σῴζειν
ἡµᾶς, ὁ Θεὸς ἡµῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ
Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
* Ἰστέον, ὅτι τινὲς τὴν Εὐχὴν ταύτην ἕως ὧδε μόνον λέγουσι, μετὰ τῆς
ἐκφωνήσεως: Σὸν γάρ ἐστι τὸ ἐλεεῖν…, τινὲς δὲ ἕως τέλους.
Καὶ μετὰ τὴν Εὐχὴν, λαμβάνει ὁ ἱερεὺς ἐκ τοῦ Ἁγίου Ἐλαίου καὶ χρίει τὸν
ποιοῦντα τὸ Εὐχέλαιον, λέγων τὴν Εὐχὴν ταύτην.

Πάτερ Ἅγιε, ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων, ὁ πέμψας τὸν μονογενῆ
σου Υἱόν, τὸν Κύριον ἡµῶν Ἰησοῦν Χριστόν, πᾶσαν νόσον ἰώμενον καὶ ἐκ
θανάτου λυτρούμενον, ἴασαι καὶ τὸν δοῦλόν σου (τόνδε), ἐκ τῆς
περιεχούσης αὐτὸν σωματικῆς καὶ ψυχικῆς ἀσθενείας, καὶ ζωοποίησον
αὐτόν, διὰ τῆς χάριτος τοῦ Χριστοῦ σου· πρεσβείαις τῆς Ὑπεραγίας,
Δεσποίνης ἡµῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου
καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων
ἀσωμάτων· τοῦ τιμίου καὶ ἐνδόξου, προφήτου, προδρόμου και βαπτιστοῦ
Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων
ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατερων
ἡµῶν· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου
καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους,
Μωκίου καὶ Ἀνικήτου, Θαλλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων καὶ δικαίων
θεοπατόρων Ἰωακεὶµ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων. Ἀμήν. Ὅτι σὺ εἶ ἡ
πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡµῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αὕτη ἡ εὐχὴ λέγεται μυστικῶς παρ’ ἑνὸς ἑκάστου τῶν Ἱερέων, μετὰ τὸ
εἰπεῖν τὸ Εὐαγγέλιον καὶ τὴν Εὐχήν, χριόντων ἅμα τῷ ἐλαίῳ τὸν
νοσοῦντα.
ΑΠΟΣΤΟΛΟΣ Β’

ΑΝΑΓΝΩΣΤΗΣ: Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. Παιδεύων
ἐπαίδευσέ με ὁ Κύριος.

ΔΙΑΚΟΝΟΣ: Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Ῥωμαίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (Κεφ.
15: 1-7)

ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν
ἀδυνάτων βαστάζειν, καὶ µὴ ἑαυτοῖς ἀρέσκειν.΄Ἕκαστος γὰρ ἡµῶν τῷ
πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· καὶ γὰρ ὁ Χριστὸς οὐχ
ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε
ἐπέπεσον ἐπ’ ἐμέ. ΄Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν
προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν
ἐλπίδα ἔχωμεν. Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑµῖν
τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ
στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡµῶν Ἰησοῦ Χριστοῦ.
Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑµᾶς
εἰς δόξαν Θεοῦ.

ΙΕΡΕΥΣ: Εἰρήνη σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου

ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Λουκᾶ Κεφ. 19: 1-10
Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἱεριχώ. Καὶ ἰδού, ἀνὴρ ὀνόματι
καλούμενος Ζακχαῖος· καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος,
καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ
ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα
ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον,
ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας
κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη,
καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον, λέγοντες·
ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος, εἶπε
πρὸς τὸν Ἰησοῦν· Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου Κύριε, δίδωμι τοῖς
πτωχοῖς· καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ
πρὸς αὐτὸν ὁ Ἰησοῦς· ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι
καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ
σῶσαι τὸ ἀπολωλός.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ’)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον

ΙΕΡΕΥΣ: Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ ὑπὸ πάσης κτίσεως
προσκυνούμενος, ἡ τῆς σοφίας πηγή, ἡ τῆς ἀγαθότητος ὄντως
ἀνεξιχνίαστος ἄβυσσος, καὶ τῆς εὐσπλαγχνίας ἀπεριόριστον πέλαγος·
Αὐτός, φιλάνθρωπε Δέσποτα, ὁ τῶν προαιωνίων καὶ θαυμασίων Θεός, ὃν
οὐδεὶς ἀνθρώπων, ἐννοῶν, ἰσχύει καταλαβέσθαι, ἐπίβλεψον, εἰσάκουσον
ἡµῶν τῶν ἀναξίων δούλων Σου· καὶ ὅπου ἐπὶ τῷ ὀνόματί Σου τῷ μεγάλῳ,
τὸ Ἔλαιον τοῦτο προσάγομεν, κατάπεμψον τῆς Σῆς δωρεᾶς τὰ ἰάματα καὶ
ἄφεσιν ἁμαρτιῶν, καὶ ἴασαι αὐτοὺς ἐν τῷ πλήθει τοῦ ἐλέους Σου. Ναί,
Κύριε εὐδιάλλακτε, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος, ὁ μετανοῶν ἐπὶ
ταῖς κακίαις ἡµῶν, ὁ εἰδὼς ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ
πονηρὰ ἐκ νεότητος αὐτοῦ, ὁ µὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς
τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ διὰ τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν
ἐνανθρωπήσας, Θεὸς ὤν, καὶ πλασθεὶς διὰ τὸ πλάσμα σου· σὺ εἶ ὁ εἰπών·
«Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν»· σὺ εἶ ὁ
τὸ πρόβατον ζητήσας τὸ ἀπολωλός· σὺ εἶ ὁ τὴν ἀπολομένην δραχμὴν
ἐπιμελῶς ζητήσας καὶ εὑρών· σὺ εἶ ὁ εἰπών, ὅτι· «Τὸν ἐρχόμενον πρός με
οὐ µὴ ἐκβάλω ἔξω»· σὺ εἶ ὁ τὴν Πόρνην, τοὺς τιμίους σου πόδας δάκρυσι
βρέξασαν, µὴ βδελυξάμενος· σὺ εἶ ὁ εἰπών· «Ὁσάκις ἂν πέσῃς, ἔγειραι καὶ
σωθήσῃ»· σὺ εἶ ὁ εἰπών, ὅτι· «Χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ
μετανοοῦντι»· Αὐτὸς ἔπιδε, εὔσπλαγχνε Δέσποτα, ἐξ ὕψους ἁγίου σου,
συνεπισκιάσας ἡµῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις Σου, ἐν χάριτι
τοῦ Ἁγίου Πνεύματος ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ κατασκήνωσον ἐπὶ τοὺς
δούλους σου τούτους, τοὺς ἐπεγνωκότας τὰ ἴδια πλημμελήματα καὶ
προσιόντας Σοι πίστει· καὶ προσδεξάμενοι τῇ ἰδίᾳ σου φιλανθρωπίᾳ, εἴ τι
ἐπλημμέλησαν ἐν λόγῳ ἢ ἔργῳ ἢ κατὰ διάνοιαν, συγχωρήσας, ἐξάλειψον
καὶ κάθαρον αὐτοὺς ἀπὸ πάσης ἁμαρτίας καί, ἀεὶ συμπαρὼν αὐτοῖς,
διαφύλαξον τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν, πορευομένους ἐν
τοῖς δικαιώμασί Σου, πρὸς τὸ μηκέτι ἐπίχαρμα γενέσθαι αὐτοὺς τῷ
διαβόλῳ· ἵνα καὶ ἐπ’ αὐτοῖς δοξασθῇ τὸ πανάγιον Ὄνομά Σου. Χάριτι καὶ
οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς
εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΑΠΟΣΤΟΛΟΣ Γ’
ΑΝΑΓΝΩΣΤΗΣ:. Κύριος φωτισμός μου καὶ Σωτήρ μου.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου
ΔΙΑΚΟΝΟΣ: Σοφία.
ΑΝΑΓΝΩΣΤΗΣ: Πρὸς Κορινθίους Α΄ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Κεφ. 12: 27-31, 13: 1-8
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀδελφοί, ὑμεῖς ἔστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.
Καὶ οὓς µὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον
προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων,
ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; µὴ
πάντες προφῆται; µὴ πάντες διδάσκαλοι; µὴ πάντες δυνάμεις; µὴ πάντες
χαρίσματα ἔχουσιν ἰαμάτων; µὴ πάντες γλώσσαις λαλοῦσι; µὴ πάντες
διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ’
ὑπερβολὴν ὁδὸν ὑµῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ
καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ µὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον
ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν
τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην
δὲ µὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν
παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ µὴ ἔχω, οὐδὲν
ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ
ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς,
οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει
δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα
ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.
ΙΕΡΕΥΣ: Εἰρήνη σοι.
ΑΝΑΓΝΩΣΤΗΣ: Καὶ τῷ πνεύματί σου
ΧΟΡΟΣ: Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΕΥΑΓΓΕΛΙΟΝ Γ΄
ΔΙΑΚΟΝΟΣ: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.
ΙΕΡΕΥΣ: Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΙΕΡΕΥΣ: Ματθαῖον Κεφ. 10: 1, 5-8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς
αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν
αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους
ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν µὴ
ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν µὴ εἰσέλθητε· πορεύεσθε δὲ µᾶλλον
πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ
κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεῖα τῶν οὐρανῶν. Ἀσθενοῦντας
θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε·
δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.
ΔΙΑΚΟΝΟΣ: Ἐλέησον ἡµᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ΄)
ΔΙΑΚΟΝΟΣ: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας,
ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ
Θεοῦ, πάντων τῶν προσελθόντων ἐν τῷ Ἁγίῳ Μυστηρίῳ τούτῳ, καὶ ὑπὲρ
τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.
ΧΟΡΟΣ: Κύριε ἐλέησον (γ΄)
ΙΕΡΕΥΣ: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΧΟΡΟΣ: Ἀμήν.
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν.
ΧΟΡΟΣ: Κύριε ἐλέησον

ΙΕΡΕΥΣ: Δέσποτα παντοκράτορ, Άγιε Βασιλεύ, ο παιδεύων και μη θανατών, ο υποστηρίζων τους καταπίπτοντας και ανορθών τους κατερραγμένους· ο τας σωματικάς θλίψεις διορθούμενος των ανθρώπων, αιτούμεθα Σε, ο Θεός ημών, όπως επαγάγης το έλεος Σου επί το Έλαιον τούτο, και τους χριομένους εξ αυτού εν τω ονόματι Σου, ίνα γένηται αυτοίς εις ίασιν ψυχής τε και σώματος και εις καθαρισμόν και απαλλαγήν παντός πάθους, και πάσης νόσου και μαλακίας και παντός μολυσμού σαρκός και πνεύματος. Ναι, Κύριε, την ιατρικήν σου δύναμιν ουρανόθεν εξαπόστειλον· άψαι του σώματος, σβέσον τον πυρετόν, πράϋνον το πάθος, και πάσαν λανθάνουσαν ασθένειαν αποδίωξον. Γενού ιατρός των δούλων Σου τούτων· εξέγειρον αυτούς από κλίνης οδυνηράς και στρωμνής κακώσεως· σώους και ολοκλήρους χάρισαι αυτούς τη Εκκλησία Σου, ευαρεστούντας και ποιούντας το θέ­λημα Σου.

Σον γαρ εστί το ελεείν και σώζειν ημάς, ο Θεός ημών, και Σοι την δόξαν αναπέμπομεν, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

ΑΠΟΣΤΟΛΟΣ Δ

ΑΝΑΓΝΩΣΤΗΣ:. Εν η αν ημέρα επικαλέσωμαί σε.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Κύριος εισάκουσον της προσευχής μου.

ΔΙΑΚΟΝΟΣ:  Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ:  Πρὸς Κορινθίους Β΄  Ἐπιστολῆς Παύλου τό ᾽Ανάγνωσμα. Κεφ. 6: 16-18, 7: 1

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

 

᾿Αδελφοί,  ὑμεῖς ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς, ὅτι· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

ΙΕΡΕΥΣ: Ειρήνη σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Και το πνεύματί σου

ΧΟΡΟΣ:  Αλληλούϊα. Αλληλούϊα. Αλληλούϊα.

 

ΕΥΑΓΓΕΛΙΟΝ Δ΄

ΔΙΑΚΟΝΟΣ:  Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου.

ΙΕΡΕΥΣ: Ειρήνη πάσι.

ΧΟΡΟΣ: Και τω πνεύματι σου.

ΙΕΡΕΥΣ: Εκ του κατά Ματθαῖον αγίου Ευαγγελίου το ανάγνωσμα.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ

Ματθαῖον Κεφ. 8: 14, 23

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός· καὶ ἠγέρθη, καὶ διηκόνει αὐτοῖς. ᾿Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰπνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐουτοῦ Προφήτου, λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν. ᾿Ιδὼν δὲ ὁ᾿Ιησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. Καὶ προσελθὼν εἷςΓραμματεὺς, εἶπεν αὐτῷ· Διδάσκαλε, ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ. Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς·Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπουοὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. ῞Ετερος δὲ τῶν Μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοιπρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺςνεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν αὐτῷ οἱΜαθηταὶ αὐτοῦ.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ:  Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΔΙΑΚΟΝΟΣ: Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των προσελθόντων εν τω Αγίω Μυστηρίω τούτω, και υπέρ του συγχωρηθήναι αυτοίς παν πλημμέλημα εκούσιον τε και ακούσιον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΙΕΡΕΥΣ: Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

ΙΕΡΕΥΣ: Αγαθέ και φιλάνθρωπε, εύσπλαγχνε και πολυέλεε Κύριε, ο πολύς εν ελέει και πλούσιος εν αγαθότητι, ο Πατήρ των οικτιρμών και Θεός πάσης παρακλήσεως, ο ενισχύσας ημάς δια των αγίων σου Αποστόλων, ελαίω μετά προσευχής τας ασθενείας του λαού θεραπεύεσθαι· Αυτός, και το Έλαιον τούτο σύνταξον εις ίασιν τοις εξ αυτού χριομένοις, εις απαλλαγήν πάσης νόσου και πάσης μαλακίας, εις απολύτρωσιν των κακών των απεκδεχομένων την παρά Σου σωτηρίαν. Ναι, Δέσποτα Κύριε ο Θεός ημών, δεόμεθά Σου, παντοδύναμε, του σώζειν πάντας ημάς· ο μόνος ψυχών τε και σωμάτων Ιατρός, αγίασον πάντας ημάς· ο πάσαν νόσον ιώμενος, ίασαι και τους δούλους σου τούτους· εξέγειρον αυτούς από κλίνης οδυνηράς, δια ελέους της Σης χρηστότητος· επίσκεψαι αυτούς εν ελέει και οικτιρμοίς Σου· αποδίωξον απ᾽ αυτών πάσαν αρρωστίαν και ασθένειαν· ίνα, εξαναστάντες τη χειρί Σου τη κραταιά, δουλεύωσι Σοι μετά πάσης ευχαριστίας· όπως και νυν, μετέχοντες της Σης αφάτου φιλανθρωπίας, υμνώμεν και δοξάζωμεν Σε τον ποιούντα μεγάλα και θαυμαστά, ένδοξα τε και εξαίσια.

Σον γαρ εστί το ελεείν και σώζειν ημάς, ο Θεός ημών, και Σοι την δόξαν αναπέμπομεν, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

ΑΠΟΣΤΟΛΟΣ Ε’

ΑΝΑΓΝΩΣΤΗΣ:. Κύριε, φυλάξαις ημάς.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Σώσον με, Κύριε, ότι εκλέλοιπεν όσιος.

ΔΙΑΚΟΝΟΣ:  Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ:  Πρὸς Κορινθίους Β΄  Ἐπιστολῆς Παύλου τό ᾽Ανάγνωσμα. Κεφ. 1: 8-11

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

 

᾿Αδελφοί, οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ ᾿Ασίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήνθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· ᾽Αλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

ΙΕΡΕΥΣ: Ειρήνη σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Και το πνεύματί σου

ΧΟΡΟΣ:  Αλληλούϊα. Αλληλούϊα. Αλληλούϊα.

 

ΕΥΑΓΓΕΛΙΟΝ Ε΄

ΔΙΑΚΟΝΟΣ:  Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου.

ΙΕΡΕΥΣ: Ειρήνη πάσι.

ΧΟΡΟΣ: Και τω πνεύματι σου.

ΙΕΡΕΥΣ: Εκ του κατά Ματθαῖον αγίου Ευαγγελίου το ανάγνωσμα.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ

Ματθαῖον Κεφ. 25: 1, 13

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῾Ωμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα Παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου, πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν, μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ Νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ Νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ Παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ Νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ Παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ:  Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΔΙΑΚΟΝΟΣ: Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των προσελθόντων εν τω Αγίω Μυστηρίω τούτω, και υπέρ του συγχωρηθήναι αυτοίς παν πλημμέλημα εκούσιον τε και ακούσιον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΙΕΡΕΥΣ: Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

ΙΕΡΕΥΣ

Κύριε ο Θεός ημών, ο παιδεύων και πάλιν ιώμενος· ο εγείρων από γης πτωχόν και από κοπρίας ανυψών πένητα· ο των ορφανών πατήρ, και των χειμαζομένων λιμήν, και των νοσούντων ιατρός· ο τας ασθενείας ημών απόνως βαστάζων, και τας νόσους ημών λαμβάνων· ο εν ίλαρότητι ελεών· ο υπερβαίνων ανομίας και εξαίρων αδικίας· ο ταχύς εις βοήθειαν και βραδύς εις οργήν· ο εμφυσήσας εις τους σεαυτού Μαθητάς και ειπών· «Λάβετε Πνεύμα Άγιον· αν τινων αφήτε τας αμαρτίας, αφίενται αυτοίς»· ο δεχόμενος των αμαρτωλών την μετάνοιαν, και εξουσίαν έχων συγχωρείν αμαρτίας πολλάς και χαλεπάς και ίασιν παρέχων πάσι τοις εν ασθενεία και μακρονοσία διάγουσιν· ο και εμέ τον ταπεινόν και αμαρτωλόν και ανάξιον δούλον Σου, τον εν πολλαίς αμαρτίαις συμπεπλεγμένον, και πάθεσιν ηδονών συγκυλινδούμενον, καλέσας εις τον άγιον και υπερμέγιστον βαθμόν της ιερωσύνης, και εισελθείν εις το ενδότερον του καταπετάσματος, εις τα Άγια των Αγίων, οπού παρακύψαι οι άγιοι Άγγελοι επιθυμούσι, και ακούσαι της ευαγγελικής φωνής Κυρίου του Θεού, και θεάσασθαι αυτοψεί το πρόσωπον της αγίας αναφοράς, και απολαύσαι της θείας και Ιεράς Λειτουργίας· ο καταξιώσας με ιερουργήσαι τα επουράνια Σου Μυστήρια, και προσφέρειν Σοι δώρα τε και θυσίας υπέρ των ημετέρων αμαρτημάτων και των του λαού αγνοημάτων, και μεσιτεύσαι υπέρ των λογικών Σου προβάτων, ίνα δια της πολλής και αφάτου Σου φιλανθρωπίας τα παραπτώματα αυτών εξαλείψης· Αυτός, υπεράγαθε Βασιλεύ, ενώτισαι την προσευχήν μου εν ταύτη τη ώρα τε και αγία ημέρα, και εν παντί καιρώ και τόπω, και πρόσχες τη φωνή της δεήσεώς μου· και των δούλων Σου τούτων, των εν ασθενεία ψυχής και σώματος όντων, την ίασιν δώρησαι, παρέχων άφεσιν αμαρτιών αυτοίς, και συγχώρησιν πλημμελημάτων εκουσίων τε και ακουσίων· θεραπεύων αυτών πληγάς ανιάτους, πάσαν τε νόσον και πάσαν μαλακίαν. Δώρησαι αυτοίς ψυχικήν ίασιν, ο αψάμενος της πενθεράς του Πέτρου, και αφήκεν αυτήν ο πυρετός, και ηγέρθη και διηκόνει Σοι. Αυτός, Δέσποτα, και τοις δούλοις Σου τούτοις παράσχου ιατρείαν και απαλλαγήν πάσης φθοροποιού αλγηδόνος· και μνήσθητι των πλουσίων Σου οικτιρμών και του ελέους Σου. Μνήσθητι, ότι επιμελώς έγκειται η διάνοια του ανθρώπου επί τα πονηρά εκ νεότητος αυτού, και ουδείς ευρίσκεται αναμάρτητος επί της γης· Συ γαρ μόνος εκτός αμαρτίας υπάρχεις, ο ελθών και σώσας το ανθρώπινον γένος, και ελευθερώσας ημάς εκ της δουλείας του εχθρού· εάν γαρ εις κρίσιν έλθης μετά των δούλων Σου, ουδείς ευρεθήσεται καθαρός από ρύπου· αλλά παν στόμα φραγήσεται, μη έχον τι απολογήσασθαι, ότι, ως ράκος αποκαθημένης, πάσα η δικαιοσύνη ημών ενώπιον Σου· δια τούτο αμαρτίας νεότητος ημών μη μνησθής, Κύριε.

Συ γαρ υπάρχεις ελπίς των απηλπισμένων, και ανάπαυσις των κοπιώντων και πεφορτισμένων εν άνομίαις, και Σοι την δόξαν αναπέμπομεν, συν τω ανάρχω Σου Πατρί, και τω παναγίω και αγαθώ, και ζωοποιώ Σου Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

 

ΑΠΟΣΤΟΛΟΣ ΣΤ’

ΑΝΑΓΝΩΣΤΗΣ:. Ελέησον με ο Θεός κατά το μέγα έλεος σου,

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός.

ΔΙΑΚΟΝΟΣ:  Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ:  Πρὸς Γαλάτας  Ἐπιστολῆς Παύλου τό ᾽Ανάγνωσμα.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

Κεφ. 5: 22-26, 6: 2

᾿Αδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,  πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος.  Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. ᾿Αδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.  ᾽Αλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

ΙΕΡΕΥΣ: Ειρήνη σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Και το πνεύματί σου

ΧΟΡΟΣ:  Αλληλούϊα. Αλληλούϊα. Αλληλούϊα.

 

ΕΥΑΓΓΕΛΙΟΝ ΣΤ΄

ΔΙΑΚΟΝΟΣ:  Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου.

ΙΕΡΕΥΣ: Ειρήνη πάσι.

ΧΟΡΟΣ: Και τω πνεύματι σου.

ΙΕΡΕΥΣ: Εκ του κατά Ματθαῖον αγίου Ευαγγελίου το ανάγνωσμα.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ

Ματθαῖον Κεφ. 15: 21-28

Τῷ καιρῷ ἐκείνῳ,  ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶνὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ, λέγουσα· Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυΐδ, ἡ θυγάτηρ μουκακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ Μαθηταὶ αὐτοῦ, ἠρώτωναὐτὸν, λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· οὐκ ἀπεστάληνεἰμὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· Κύριε,βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖςκυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆςτραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις·γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ:  Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΔΙΑΚΟΝΟΣ: Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των προσελθόντων εν τω Αγίω Μυστηρίω τούτω, και υπέρ του συγχωρηθήναι αυτοίς παν πλημμέλημα εκούσιον τε και ακούσιον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΙΕΡΕΥΣ: Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

ΙΕΡΕΥΣ

Ευχαριστούμεν Σοι, Κύριε ο Θεός ημών, ο αγαθός και φιλάνθρωπος, και ιατρός των ψυχών και των σωμάτων ημών· ο τας νόσους ημών απόνως βαστάζων· ου τω μώλωπι πάντες ιάθημεν· ο Ποιμήν ο καλός, ο εις αναζήτησιν ελθών του πλανηθέντος προβάτου· ο τοις ολιγοψύχοις διδούς παραμυθίαν, και ζωήν τοις συντετριμμένοις· ο την πηγήν της αιμορροούσης, δωδεκαετή ούσαν ιασάμενος· ο την θυγατέρα της Χαναναίας του χαλεπού δαιμονίου ελευθερώσας· ο το δάνειον χαρισάμενος τοις δυσί χρεωφειλέταις, και τη αμαρτωλώ την άφεσιν δους· ο την ίασιν τω παραλυτικώ δωρησάμενος συν τη αφέσει των αμαρτιών αυτού· ο τον τελώνην τω λόγω δικαιώσας, και τον ληστήν εν τη εσχάτη αυτού ομολογία προσδεξάμενος· ο τας αμαρτίας του κόσμου αράμενος, και τω Σταυρώ προσηλώσας· Σου δεόμεθα, και Σε ικετεύομεν· εν τη αγαθότητί Σου, Αυτός, άνες, άφες, συγχώρησον, ο Θεός, τας ανομίας και τας αμαρτίας των δούλων Σου τούτων, τα πλημμελήματα αυτών, τα εκούσια και τα ακούσια, τα εν γνώσει και εν αγνοία, τα εν παραβάσει και εν παρακοή, τα εν νυκτί και εν ημέρα· ή υπό κατάραν Ιερέως ή πατρός ή μητρός εγένοντο· ή οφθαλμόν ειστίασαν ή όσφρησιν εξεθήλυναν ή αφή κατεμαλακίσθησαν ή γεύσει κατεπόρνευσαν ή εν οιαδήποτε κινήσει σαρκός και πνεύματος του Σου απηλλοτριώθησαν θελήματος και της Σης αγιότητος· ει τι ήμαρτον αυτοί τε και ημείς, ως αγαθός και αμνησίκακος Θεός και φιλάνθρωπος, συγχώρησον· μη εών αυτούς και ημάς εις τον ρερυπωμένον βίον καταπεσείν, μηδέ εις τας ολεθρίους οδούς αποτρέχειν. Ναι, Δέσποτα Κύριε, επάκουσόν μου του αμαρτωλού εν τη ώρα ταύτη υπέρ των δούλων Σου τούτων· πάριδε, ως αμνησίκακος Θεός, τα παραπτώματα αυτών άπαντα· απάλλαξον αυτούς της αιωνίου κολάσεως· το στόμα αυτών της Σης αινέσεως πλήρωσον· τα χείλη αυτών άνοιξον προς δοξολογίαν του ονόματος Σου· τας χείρας αυτών έκτεινον προς εργασίαν των εντολών Σου· τους πόδας αυτών προς τον δρόμον του Ευαγγελίου Σου κατεύθυνον, πάντα αυτών τα μέλη και την διάνοιαν τη Ση κατασφαλιζόμενος χάριτι. Συ γαρ ει ο Θεός ημών, ο δια των αγίων Σου Αποστόλων εντειλάμενος ημίν, λέγων· «Όσα αν δήσητε επί της γης, έσται δεδεμένα εν τοις Ουρανοίς· και όσα αν λύσητε επί της γης, έσται λελυμένα εν τοις Ουρανοίς»· και πάλιν· «Αν τινων αφήτε τας αμαρτίας, αφίενται αυτοίς· αν τινων κρατήτε, κεκράτηνται». Και ως επήκουσας Εζεκίου εν τη θλίψει της ψυχής αυτού εν τη ώρα του θανάτου αυτού, και ου παρείδες την δέησιν αυτού, ούτω καμού του ταπεινού και αμαρτωλού και αναξίου δούλου Σου επάκουσον εν τη ώρα ταύτη δεομένου Σου. Συ γαρ ει, Κύριε Ιησού Χριστέ, ο έβδομηκοντάκις επτά αφιέναι τοις περιπίπτουσιν εν αμαρτίαις κελεύσας, τη Ση αγαθότητι και φιλανθρωπία, και μετανοών επί ταις κακίαις ημών, και χαίρων επί τη επιστροφή των πεπλανημένων· ότι ως η μεγαλοσύνη Σου, ούτω και το έλεος Σου· και Σοι την δόξαν αναπέμπομεν, συν τω ανάρχω Σου Πατρί, και τω παναγίω, και αγαθώ, και ζωοποιώ Σου Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

 ΑΠΟΣΤΟΛΟΣ Ζ’

ΑΝΑΓΝΩΣΤΗΣ:. Ελέησον με ο Θεός κατά το μέγα έλεος σου,

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΑΝΑΓΝΩΣΤΗΣ: Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός.

ΔΙΑΚΟΝΟΣ:  Σοφία.

ΑΝΑΓΝΩΣΤΗΣ:  Πρὸς Θεσσαλονικεῖς Α΄ Ἐπιστολῆς Παύλου τό ᾽Ανάγνωσμα.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

Κεφ. 5: 14-23

᾿Αδελφοί, παρακαλοῦμεν ὑμᾶς, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. ῾Ορᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς. Τὸ Πνεῦμα μὴ σβέννυτε, προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε. Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη.

ΙΕΡΕΥΣ: Ειρήνη σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Και το πνεύματί σου

ΧΟΡΟΣ:  Αλληλούϊα. Αλληλούϊα. Αλληλούϊα.

 

ΕΥΑΓΓΕΛΙΟΝ Ζ΄

ΔΙΑΚΟΝΟΣ:  Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου.

ΙΕΡΕΥΣ: Ειρήνη πάσι.

ΧΟΡΟΣ: Και τω πνεύματι σου.

ΙΕΡΕΥΣ: Εκ του κατά Ματθαῖον αγίου Ευαγγελίου το ανάγνωσμα.

ΔΙΑΚΟΝΟΣ:  Πρόσχωμεν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΙΕΡΕΥΣ

Ματθαῖον Κεφ. 9: 9-13

Τῷ καιρῷ ἐκείνῳ,  παράγων ὁ ᾿Ιησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ ᾿Ιησοῦ καὶ τοῖς Μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς Μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ Διδάσκαλος ὑμῶν; ῾Ο δὲ ᾿Ιησοῦς ἀκούσας εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν «ἔλεον θέλω καὶ οὐ θυσίαν». Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

ΧΟΡΟΣ: Δόξα σοι, Κύριε, δόξα σοι.

ΔΙΑΚΟΝΟΣ:  Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΔΙΑΚΟΝΟΣ: Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των προσελθόντων εν τω Αγίω Μυστηρίω τούτω, και υπέρ του συγχωρηθήναι αυτοίς παν πλημμέλημα εκούσιον τε και ακούσιον.

ΧΟΡΟΣ: Κύριε ελέησον (3)

ΙΕΡΕΥΣ: Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

ΧΟΡΟΣ: Αμήν.

ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

ΙΕΡΕΥΣ

Δέσποτα Κύριε, ο Θεός ημών, Ιατρέ ψυχών και σωμάτων, ο τα χρόνια πάθη θεραπεύων, ο ιώμενος πάσαν νόσον και πάσαν μαλακίαν εν τω λαώ· ο θέλων, πάντας ανθρώπους σωθήναι και εις επίγνωσιν αληθείας ελθείν· ο μη βουλόμενος τον θάνατον του αμαρτωλού, ως το επιστρέψαι και ζην αυτόν· Συ γαρ Κύριε, εν τη Παλαιά Διαθήκη έθου μετάνοιαν τοις αμαρτωλοίς, Δαυίδ και Νινευΐταις, και τοις πριν και τοις μετά τούτους· άλλα και εν τη επιδημία της ενσάρκου Σου οικονομίας, ουκ εκάλεσας δικαίους, αλλ᾽ αμαρτωλούς εις μετάνοιαν, ως τον τελώνην, ως την πόρνην, ως τον ληστήν, ως τον βλάσφημον και διώκτην τον μέγαν Παύλον, δια μετανοίας προσδεξάμενος· Πέτρον τον κορυφαίον και Απόστολον Σου, αρνησάμενόν Σε τρίτον, δια μετανοίας προσεδέξω και προσελάβου και επηγγείλω αυτώ, λέγων· «Συ ει Πέτρος, και επί ταύτη τη πέτρα οικοδομήσω μου την Εκκλησίαν, και πύλαι Άδου ου κατισχύσουσιν αυτής· και δώσω σοι τας κλεις της Βασιλείας των Ουρανών».

Διόπερ και ημείς, αγαθέ και φιλάνθρωπε, κατά τας αψευδείς Σου επαγγελίας θαρρούντες, δεόμεθά Σου και ικετεύομεν εν τη ώρα ταύτη.

Επάκουσον της δεήσεως ημών, και πρόσδεξαι αυτήν ως θυμίαμα προσφερόμενόν Σοι, και επίσκεψαι τους δούλους Σου τούτους και ει τι επλημμέλησαν εν λόγω ή έργω ή κατά διάνοιαν ή εν νυκτί ή εν ημέρα ή υπό κατάραν Ιερέως εγένοντο ή τω ιδίω αναθέματι υπέπεσαν ή όρκω παρεπίκραναν και ορκωμότησαν, παρακαλούμεν Σε και δεόμεθά Σου· άνες, άφες, συγχώρησον αυτοίς, ο Θεός, παραβλέπων τας ανομίας αυτών και τας αμαρτίας και τα εν γνώσει και αγνοία γενόμενα παρ᾽ αυτών.

Και ει τι των εντολών Σου παρέβησαν ή επλημμέλησαν, ως σάρκα φορούντες και τον κόσμον οικούντες ή εξ ενεργείας του διαβόλου, Αυτός, ως αγαθός και φιλάνθρωπος Θεός, συγχώρησον· ότι ουκ έστιν άνθρωπος, ος ζήσεται και ουχ αμαρτήσει. 

Συ γαρ μόνος υπάρχεις αναμάρτητος· η δικαιοσύνη Σου, δικαιοσύνη εις τον αιώνα, και ο λόγος Σου αλήθεια.

Ου γαρ έπλασας τον άνθρωπον εις απώλειαν, αλλ᾽ εις περιποίησιν των εντολών Σου και ζωής αφθάρτου κληρονομίαν· και Σοι την δόξαν αναπέμπομεν, συν τω ανάρχω Σου Πατρί, και τω Παναγίω, και αγαθώ Σου Πνεύματι, νυν και αεί, και εις τους αιώνας των αιώνων.

Αμήν.

 

Είτα εισέρχεται μέσον των Ιερέων οι ποιούντες το Εύχέλαιον και λαβών ο προϊστάμενος των Ιερέων το Άγιον Ευαγγέλιον.

τίθησιν επί τας κεφαλάς αυτων· και τιθέασιν επ᾽ αυτό τάς χείρας οι Ιερείς· Ο δε προϊστάμενος λέγει την Ευχήν ταύτην μεγαλοφώνως. των λοιπών υποψαλλόντων το Κύριε, ελέησον.

ΔΙΑΚΟΝΟΣ: Του Κυρίου δεηθώμεν.

ΧΟΡΟΣ: Κύριε ελέησον

Ο ΠΡΟΪΣΤΑΜΕΝΟΣ ΙΕΡΕΥΣ

Βασιλεύ άγιε, εύσπλαγχνε, και πολυέλεε, Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, ο μη θέλων τον θάνατον του αμαρτωλού, ως το επιστρέψαι και ζην αυτόν· ου τίθημι εμήν χείρα αμαρτωλόν επί τας κεφαλάς των προσελθόντων σοι εν αμαρτίαις και αιτουμένων παρά σου δι᾽ ημών άφεσιν αμαρτιών· αλλά σην χείρα κραταιάν και δυνατήν, την εν τω αγίω Ευαγγελίω τούτω, ό οι συλλειτουργοί μου κατέχουσιν επί τας κεφαλάς των δούλων σου τούτων έκτεινον· και δέομαι σην αυτοίς και ικετεύω την συμπαθεστάτην και αμνησίκακον σου φιλανθρωπίαν· ο Θεός, ο Σωτήρ ημών, ο δια του προφήτου σου Νάθαν μετανοήσαντι τω Δαυίδ επί τοις ιδίοις αμαρτήμασιν άφεσιν δωρησάμενος, και του Μανασσή την επί μετανοία προσευχήν δεξάμενος, αυτός και τους δούλους σου τούτους μετανοούντας επί τοις ιδίοις αυτών πλημμελήμασι, πρόσδεξαι τη συνήθει σου φιλανθρωπία, παρορών αυτών πάντα τα παραπτώματα.

Συ γαρ ει ο Θεός ημών, ο και εβδομηκοντάκις επτά αφιέναι κελεύσας τοις περιπίπτουσιν εν αμαρτίαις· ότι ως η μεγαλωσύνη σου, ούτω και το έλεος σου.

Και σοι πρέπει πάσα δόξα, τιμή, και προσκύνησις, συν τω ανάρχω σου Πατρί και τω παναγίω σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

ΙΕΡΕΥΣ

Πάτερ, Αγιε, Ιατρέ των ψυχών και των σωμάτων, ο πέμψας τον μονογενή Σου Υιόν, τον Κύριον ημών Ιησούν Χριστόν, πάσαν νόσον ιώμενον και εκ θανάτου λυτρούμενον, ίασαι και τους δούλους Σου τούτους, εκ της περιεχούσης αυτών σωματικής και ψυχικής ασθενείας, και ζωοποίησον αυτούς, δια της Χάριτος του Χριστού Σου· πρεσβείαις της υπεραγίας, Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει του Τιμίου και Ζωοποιού Σταυρου· προστασίαις των τιμίων, επουρανίων Δυνάμεων ασωμάτων· του τιμίου και ενδόξου, Προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου· των αγίων ενδόξων και πανευφήμων Αποστόλων· των αγίων ενδόξων και καλλινίκων Μαρτύρων· των οσίων και θεοφόρων Πατέρων ημών· των αγίων και ιαματικών Αναργύρων, Κοσμά και Δαμιανού, Κύρου και Ιωάννου, Σαμψών και Διομήδους, Μωκίου και Ανίκητου, Παντελεήμονος και Ερμολάου, Θαλελαίου και Τρύφωνος· των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης και πάντων των  Αγίων.

    Ότι Συ ει η πηγή των ιαμάτων, ο Θεός, ο Θεός ημών, και Σοι την δόξαν αναπέμπομεν, τω Πατρί, και τω Υιώ, και τω Αγίω Πνεύματι, νυν, και αεί, και εις τους αιώνας των αιώνων.

Αμήν.

 

Εις το τέλος του Μυστηρίου, οι Ιερείς, με το Άγιον Έλαιον, ποιούν σταυρόν επί του μετώπου, της σιαγόνας, των παρειών και των χειρών των πιστών λέγων:

Πάτερ Άγιε, Ιατρέ των ψυχών και των σωμάτων ημών, ελέησον, συγχώρησον και σώσον τον δούλον (την δούλην) σου …………

 

Τα ακόλουθα τροπάρια ψάλλονται, καθ᾽ όν χρόνον οι Ιερείς χρίουν τους πιστούς.

Ήχος δ

 Πηγήν ιαμάτων έχοντες, Άγιοι Ανάργυροι, τας ιάσεις παρέχετε πάσι τοις δεομένοις, ως μεγίστων δωρεών αξιωθέντες, παρά της αενάου πηγής του Σωτήρος Χριστού, Φησί γαρ προς υμάς ο Κύριος, ως ομοζήλους των Αποστόλων, Ιδού δέδωκα υμίν την εξουσίαν, κατά πνευμάτων ακαθάρτων, ώστε αυτά εκβάλλειν, και θεραπεύειν πάσαν νόσον, και πάσαν μαλακίαν, Διό τοις προστάγμασιν αυτού καλώς πολιτευσάμενοι, δωρεάν ελάβετε, δωρεάν παρέχετε, ιατρεύοντες τα πάθη των ψυχών, και των σωμάτων ημών.

Δόξα… Και νυν.  Θεοτοκίον

Ήχος ο αυτός

Νεύσον παρακλήσει σων οικετών Πανάμωμε, παύουσα δεινών ημών επαναστάσεις, πάσης θλίψεως ημάς απαλλάττουσα, σε γαρ μόνην ασφαλή, και βεβαίαν άγκυραν έχομεν, και την σην προστασίαν κεκτήμεθα, Μη αισχυνθώμεν Δέσποινα, σε προσκαλούμενοι, σπεύσον εις ικεσίαν, των σοι πιστώς βοώντων, Χαίρε Δέσποινα, η πάντων βοήθεια, χαρά και σκέπη, και σωτηρία των ψυχών ημών.

ΙΕΡΕΥΣ: Δόξα σοι  ο Θεός  η ελπίς ημών, δόξα σοι.

ΑΝΑΓΝΩΣΤΗΣ: Δόξα Πατρί, και Υιώ, και Αγίω Πνεύματι, Και νυν και αεί, και εις τους αιώνας των αιώνων.
Αμήν.
Κύριε ελέησον. [3] Πάτερ άγιε, ευλόγησον.

ΙΕΡΕΥΣ

Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτού Μητρός· δυνάμει του τιμίου και ζωοποιού Σταυρού· των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, του αγίου Ιακώβου του Αδελφοθέου και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Δι’ ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός ημών, ελέησον και σώσον ημάς.

ΧΟΡΟΣ: Αμήν.

 Και ποιεί ο  καθ᾽ ένας μετάνοιαν λέγει:

Ευλογείτε, Πατέρες άγιοι· συγχωρήσατε μοι τω αμαρτωλώ (εκ γ΄)

Και λαβών παρ᾽ αυτών ευλογίαν και συγχώρησιν απέρχεται ευχαριστών τω Θεώ.